Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.25 Dem. 21.27 (English) >>Dem. 21.30

21.26ἐγὼ δʼ ἓν μὲν ἐκεῖνʼ εὖ οἶδα, καὶ ὑμᾶς δʼ εἰδέναι χρή, ὅτι εἰ μὴ προὐβαλόμην αὐτόν, ἀλλʼ ἐδικαζόμην, οὑναντίος ἧκεν ἂν εὐθύς μοι λόγος, ὡς εἴπερ ἦν τι τούτων ἀληθές, προβάλλεσθαί μʼ ἔδει καὶ παρʼ αὐτὰ τἀδικήματα τὴν τιμωρίαν ποιεῖσθαι· τε γὰρ χορὸς ἦν τῆς πόλεως, τʼ ἐσθὴς τῆς ἑορτῆς εἵνεκα πᾶσα παρεσκευάζετο, ἐγώ θʼ πεπονθὼς ταῦτα χορηγὸς ἦν· τίς ἂν οὖν ἑτέραν εἵλετο τιμωρίαν τὴν ἐκ τοῦ νόμου κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων οὖσαν; 21.27ταῦτʼ εὖ οἶδʼ ὅτι πάντʼ ἂν ἔλεγεν οὗτος τότε. φεύγοντος μὲν γάρ, οἶμαι, καὶ ἠδικηκότος ἐστὶ τὸ τὸν παρόντα τρόπον τοῦ δοῦναι δίκην διακρουόμενον τὸν οὐκ ὄνθʼ ὡς ἔδει γενέσθαι λέγειν, δικαστῶν δέ γε σωφρόνων τούτοις τε μὴ προσέχειν καὶ ὃν ἂν λάβωσιν ἀσελγαίνοντα κολάζειν. 21.28μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε, ὅτι καὶ δίκας ἰδίας δίδωσʼ νόμος μοι καὶ γραφὴν ὕβρεως· δίδωσι γάρ· ἀλλʼ ὡς οὐ πεποίηκεν κατηγόρηκα, πεποιηκὼς οὐ περὶ τὴν ἑορτὴν ἀδικεῖ, τοῦτο δεικνύτω· τοῦτο γὰρ αὐτὸν ἐγὼ προὐβαλόμην, καὶ περὶ τούτου τὴν ψῆφον οἴσετε νῦν ὑμεῖς. εἰ δʼ ἐγὼ τὴν ἐπὶ τῶν ἰδίων δικῶν πλεονεξίαν ἀφεὶς τῇ πόλει παραχωρῶ τῆς τιμωρίας, καὶ τοῦτον εἱλόμην τὸν ἀγῶνʼ ἀφʼ οὗ μηδὲν ἔστι λῆμμα λαβεῖν ἐμοί, χάριν, οὐ βλάβην δήπου τοῦτʼ ἂν εἰκότως ἐνέγκοι μοι παρʼ ὑμῶν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.25 Dem. 21.27 (English) >>Dem. 21.30

Powered by PhiloLogic